Κυριακή 27 Ιουλίου κατά το ορθόδοξο εορτολόγιο,

Κυριακή 27 Ιουλίου κατά το ορθόδοξο εορτολόγιο,
Ι' ΕΩΘΙΝΟΝ ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Ι΄ Ἑωθινόν Κεφ. 21:1-14
Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ ᾿Ιησοῦς τοῖς Μαθηταῖς αὐτοῦ, ἐγερθείς ἐκ νεκρῶν, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως. Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν Μαθητῶν αὐτοῦ δύο. Λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. Ἐξῆλθον, καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. Πρωΐας δὲ ἤδη γενομένης, ἔστη ὁ ᾿Ιησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέν τοι ᾔδεισαν οἱ Μαθηταὶ, ὅτι ᾿Ιησοῦς ἐστι. Λέγει οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; Ἀπεκρίθησαν αὐτῷ· Οὔ. Ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκ έτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. Λέγει οὖν ὁ Μαθητὴς ἐκεῖνος, ὃν ἠγάπα ὁ ᾿Ιησοῦς, τῷ Πέτρῳ· Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν. Οἱ δὲ ἄλλοι Μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον· οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ᾿ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην, καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. Λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. Ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. Λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· δεῦτε ἀριστήσατε. Οὐδεὶς δὲ ἐτόλμα τῶν Μαθητῶν ἐξετάσαι αὐτὸν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν. Ἔρχεται οὖν ὁ ᾿Ιησοῦς καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ ᾿Ιησοῦς τοῖς Μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν.
ΑΠΟΣΤΟΛΟΣ
Τοῦ Ἁγίου Μεγαλομάρτυρος καί ἰαματικοῦ Παντελεήμονος.
Προκείμενον. Ἦχος βαρὺς
Στίχ.1 Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ.
Στίχ.2 Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.
Πρὸς Τιμόθεον Β’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
2:1-10
Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ ᾽Ιησοῦ, καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ ᾽Ιησοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ὃ λέγω· δώσει γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε ᾽Ιησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος, ἀλλὰ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ ᾽Ιησοῦ μετὰ δόξης αἰωνίου.
ΑΠΟΣΤΟΛΟΣ 2ος
ΚΥΡΙΑΚΗ Ι΄, ΕΩΘΙΝΟΝ Ι΄
Προκείμενον. Ἦχος α΄
Στίχ.1 Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς.
Στίχ.2 Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ.
Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
4:9-16
Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς Ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾽ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾽ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ ᾽Ιησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.
Ἀλληλούϊα(γ΄). Ἦχος α΄
Στίχ.1 Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί καὶ ὑποτάξας λαοὺς ὑπ᾿ ἐμέ.
Στίχ.2 Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ.
ΕΥΑΓΓΕΛΙΟΝ
ΚΥΡΙΑΚῌ ΔΕΚΑΤῌ
Ἐκ τοῦ κατὰ Ματθαῖον
ιζ΄ 14 - 23
Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθεν τῷ Ἰησοῦ, γονυπετῶν αὐτὸν καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ' ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ' αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ' ἰδίαν εἶπον· Διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.
Ἀλληλούϊα(γ΄). Ἦχος β΄
Στίχ.1 Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ.2 Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.
ΕΥΑΓΓΕΛΙΟΝ 2ο
Τοῦ Ἁγίου Μεγαλομάρτυρος καί ἰαματικοῦ Παντελεήμονος
Ἐκ τοῦ κατὰ Λουκᾶν
κα΄ 12 - 19
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσιν ἐφ' ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. θέτε οὖν εἰς τὰς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Μοιραστείτε το με τους φίλους σας:
Αγαπητοί φίλοι της σελίδας, παρακαλούμε να είστε ευγενικοί και κόσμιοι στις εκφράσεις σας, με σεβασμό, κατανόηση
και αξιοπρέπεια, προς τους συνανθρώπους μας, όπως αρμόζει σε λογικούς ανθρώπους, αλλά και σε ενσυνείδητους
Χριστιανούς οι οποίοι κάνουν πράξη τον Ευαγγελικό λόγο, «Αγαπάτε αλλήλους».
Φυλάξτε το στόμα σας, από λόγια περιττά, πικρόχολα, ανώφελα, ασκηθείτε στην προσευχή του Ιησού, εγκρατευθείτε
και ο Κύριος θα σας περιβάλλει με το ανεκτίμητο δώρο της αγάπης Του.
Οι απόψεις της ιστοσελιδας μπορεί να μην ταυτίζονται με τα περιεχόμενα του άρθρου.
Τα άρθρα που δημοσιεύονται εδώ, ουδεμία ευθύνη εκ του νόμου φέρουμε καθώς εκφράζουν αποκλειστικά τις απόψεις των
συντακτών τους και δεν δεσμεύουν με οποιοδήποτε τρόπο την ιστοσελιδα.
Οι διαχειριστές της ιστοσελιδας δεν ευθύνονται για τα σχόλια και τους δεσμούς που περιλαμβάνει.
Κάθε γνώμη είναι σεβαστή, αρκεί να αποφεύγονται ύβρεις, ειρωνείες και προσβλητικοί χαρακτηρισμοί, γενικά και
εναντίον των συνομιλητών ή των συγγραφέων.
Μην δημοσιεύετε άσχετα σχόλια με το θέμα.
Με βάση τα παραπάνω με λύπη θα αναγκαζόμαστε να διαγράφουμε τα απρεπή και βλάσφημα σχόλια τα οποία δεν αρμόζουν
στον χαρακτήρα και στο ήθος της σελίδας μας χωρίς καμία άλλη προειδοποίηση.