Παλαιό Ημερολόγιο :
25/05/2026
Νέο Ημερολόγιο :
07/06/2026
Lang1 Lang2 Lang3 Lang4 Lang4

KATHGORIES

Κυριακή 25 Μαΐου κατά το ορθόδοξο εορτολόγιο,

Κυριακή 25 Μαΐου κατά το ορθόδοξο εορτολόγιο, 

Α' ΕΩΘΙΝΟΝ ΕΥΑΓΓΕΛΙΟΝ 

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

A΄ Ἑωθινόν Κεφ. 28:16-20

Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ ᾿Ιησοῦς. Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ ᾿Ιησοῦς, ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ, ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.

 

ΑΠΟΣΤΟΛΟΣ

ΚΥΡΙΑΚΗ Α΄ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ

Προκείμενον. Ἦχος πλ. δ΄

Στίχ.1 Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Στίχ.2 Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

11:33-40; 12:1-2

Ἀδελφοί, οἱ Ἅγιοι πάντες διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα Κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾿ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν ᾿Ιησοῦν.

ΑΠΟΣΤΟΛΟΣ 2ος

Ἡ τρίτη εὕρεσις τῆς τιμίας Κεφαλῆς τοῦ Ἁγίου καί ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου.

Προκείμενον. Ἦχος βαρὺς

Στίχ.1 Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.

Στίχ.2 Εἰσάκουσον ὁ Θεὸς τῆς φωνῆς μου.

Πρὸς Κορινθίους Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

4:6-15

Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπών, ἐκ σκότους φῶς λάμψαι, ὃ ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι ἀλλ΄ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ΄ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ΄ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ΄ οὐκ ἀπολλύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι΄ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.

Ἀλληλούϊα(γ΄). Ἦχος δ΄

Στίχ.1 Ἐκέκραξαν οἱ δίκαιοι καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν

Στίχ.2 Πολλαὶ αἱ θλίψεις τῶν δικαίων καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος.

ΕΥΑΓΓΕΛΙΟΝ

ΚΥΡΙΑΚῌ ΠΡΩΤῌ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ

Ἐκ τοῦ κατὰ Ματθαῖον

ι΄ 32 - 33, 37 - 38, ιθ΄ 27 – 30

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ' ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. καὶ πᾶς ὅς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναίκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

Ἀλληλούϊα(γ΄). Ἦχος δ΄

Στίχ.1 Δίκαιος ὡς φοίνιξ ἀνθήσει.

Στίχ.2 Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.

ΕΥΑΓΓΕΛΙΟΝ 2ο

Ἡ τρίτη εὕρεσις τῆς τιμίας Κεφαλῆς του Ἁγίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.

Ἐκ τοῦ κατὰ Ματθαῖον

ια΄ 2 - 15

Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας ὁ ᾿Ιωάννης ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ ᾿Ιησοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ, εἶπεν αὐτῷ· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε ᾿Ιωάννῃ ἃ ἀκούετε καὶ βλέπετε. Τυφλοὶ ἀναβλέπουσι, καὶ χωλοὶ περιπατοῦσι· λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσι· νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελίζονται. Καὶ μακάριός ἐστιν, ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Τούτων δὲ πορευομένων, ἤρξατο ὁ ᾿Ιησοῦς λέγειν τοῖς ὄχλοις περὶ ᾿Ιωάννου· Τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; Προφήτην; Ναὶ, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. Οὗτος γάρ ἐστι περὶ οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὀδόν σου ἔμπροσθέν σου. Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων ᾿Ιωάννου τοῦ Βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. Ἀπὸ δὲ τῶν ἡμερῶν ᾿Ιωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρτι, ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Πάντες γὰρ οἱ Προφῆται καὶ ὁ νόμος ἕως ᾿Ιωάννου προεφήτευσαν· καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν ᾿Ηλίας ὁ μέλλων ἔρχεσθαι. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.

Αγαπητοί φίλοι της σελίδας, παρακαλούμε να είστε ευγενικοί και κόσμιοι στις εκφράσεις σας, με σεβασμό, κατανόηση και αξιοπρέπεια, προς τους συνανθρώπους μας, όπως αρμόζει σε λογικούς ανθρώπους, αλλά και σε ενσυνείδητους Χριστιανούς οι οποίοι κάνουν πράξη τον Ευαγγελικό λόγο, «Αγαπάτε αλλήλους». Φυλάξτε το στόμα σας, από λόγια περιττά, πικρόχολα, ανώφελα, ασκηθείτε στην προσευχή του Ιησού, εγκρατευθείτε και ο Κύριος θα σας περιβάλλει με το ανεκτίμητο δώρο της αγάπης Του. Οι απόψεις της ιστοσελιδας μπορεί να μην ταυτίζονται με τα περιεχόμενα του άρθρου. Τα άρθρα που δημοσιεύονται εδώ, ουδεμία ευθύνη εκ του νόμου φέρουμε καθώς εκφράζουν αποκλειστικά τις απόψεις των συντακτών τους και δεν δεσμεύουν με οποιοδήποτε τρόπο την ιστοσελιδα. Οι διαχειριστές της ιστοσελιδας δεν ευθύνονται για τα σχόλια και τους δεσμούς που περιλαμβάνει. Κάθε γνώμη είναι σεβαστή, αρκεί να αποφεύγονται ύβρεις, ειρωνείες και προσβλητικοί χαρακτηρισμοί, γενικά και εναντίον των συνομιλητών ή των συγγραφέων. Μην δημοσιεύετε άσχετα σχόλια με το θέμα. Με βάση τα παραπάνω με λύπη θα αναγκαζόμαστε να διαγράφουμε τα απρεπή και βλάσφημα σχόλια τα οποία δεν αρμόζουν στον χαρακτήρα και στο ήθος της σελίδας μας χωρίς καμία άλλη προειδοποίηση.