
Τρίτη 7 Ιανουαρίου κατά το ορθόδοξο εορτολόγιο, Απόστολος και Ευαγγέλιο
Απόστολος και Ευαγγέλιο ο λόγος του Θεού
ΑΠΟΣΤΟΛΟΣ
Σύναξις τοῦ Τιμίου Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου.
Προκείμενον. Ἦχος βαρὺς
Στίχ.1 Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.
Στίχ.2 Εἰσάκουσον ὁ Θεὸς τῆς φωνῆς μου
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα
19:1-8
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο ἐν τῷ τὸν ᾿Απολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς ῎Εφεσον· καὶ εὑρὼν μαθητάς τινας εἶπε πρὸς αὐτούς· εἰ Πνεῦμα ῞Αγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· ἀλλ᾿ οὐδὲ εἰ Πνεῦμα ῞Αγιόν ἐστιν ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτούς· εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπον· εἰς τὸ ᾿Ιωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· ᾿Ιωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ᾿ ἔστιν εἰς τὸν ᾿Ιησοῦν Χριστόν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου ᾿Ιησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ ῞Αγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος, καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
ΑΠΟΣΤΟΛΟΣ 2ος
Προκείμενον. Ἦχος βαρὺς
Στίχ.1 Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.
Στίχ.2 Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.
ΤΡΙΤΗ ΛΓ΄, ΕΒΔΟΜΑΔΟΣ
Καθολικῆς Α΄Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα
3:10-22
Ἀγαπητοί, ὁ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον, ἐκκλινάτω ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν· ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά. Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶ γένησθε; ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι· τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε. Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος μετὰ πραότητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλῶσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας· ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθε, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς μὲν σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι· ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί ποτε, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγαι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι᾽ ὕδατος. ὃ ἀντίτυπον νῦν καὶ ἡμᾶς σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν, δι᾽ ἀναστάσεως ᾽Ιησοῦ Χριστοῦ, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ Ἐξουσιῶν καὶ Δυνάμεων
Ἀλληλούϊα(γ΄). Ἦχος δ΄
Στίχ.1 Δίκαιος ὡς φοίνιξ ἀνθήσει.
Στίχ.2 Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου
ΕΥΑΓΓΕΛΙΟΝ
Τοῦ τιμίου ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ ᾿Ιωάννου
Ἐκ τοῦ κατὰ Ἰωάννην
α΄ 29 - 34
Τῷ καιρῷ ἐκείνῳ, βλέπει ὁ Ἰωάννης τὸν ᾽Ιησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· ῎Ιδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον. ᾽Οπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ ᾽Ισραὴλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων. Καὶ ἐμαρτύρησεν ᾽Ιωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν· κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· ᾽Εφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ. Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.
Αγαπητοί φίλοι της σελίδας, παρακαλούμε να είστε ευγενικοί και κόσμιοι στις εκφράσεις σας, με σεβασμό, κατανόηση και αξιοπρέπεια, προς τους συνανθρώπους μας, όπως αρμόζει σε λογικούς ανθρώπους, αλλά και σε ενσυνείδητους Χριστιανούς οι οποίοι κάνουν πράξη τον Ευαγγελικό λόγο, «Αγαπάτε αλλήλους». Φυλάξτε το στόμα σας, από λόγια περιττά, πικρόχολα, ανώφελα, ασκηθείτε στην προσευχή του Ιησού, εγκρατευθείτε και ο Κύριος θα σας περιβάλλει με το ανεκτίμητο δώρο της αγάπης Του. Οι απόψεις της ιστοσελιδας μπορεί να μην ταυτίζονται με τα περιεχόμενα του άρθρου. Τα άρθρα που δημοσιεύονται εδώ, ουδεμία ευθύνη εκ του νόμου φέρουμε καθώς εκφράζουν αποκλειστικά τις απόψεις των συντακτών τους και δεν δεσμεύουν με οποιοδήποτε τρόπο την ιστοσελιδα. Οι διαχειριστές της ιστοσελιδας δεν ευθύνονται για τα σχόλια και τους δεσμούς που περιλαμβάνει. Κάθε γνώμη είναι σεβαστή, αρκεί να αποφεύγονται ύβρεις, ειρωνείες και προσβλητικοί χαρακτηρισμοί, γενικά και εναντίον των συνομιλητών ή των συγγραφέων. Μην δημοσιεύετε άσχετα σχόλια με το θέμα. Με βάση τα παραπάνω με λύπη θα αναγκαζόμαστε να διαγράφουμε τα απρεπή και βλάσφημα σχόλια τα οποία δεν αρμόζουν στον χαρακτήρα και στο ήθος της σελίδας μας χωρίς καμία άλλη προειδοποίηση.