Τετάρτη 18 Σεπτεμβρίου κατά το ορθόδοξο εορτολόγιο,
Απόστολος και Ευαγγέλιον ο λόγος του Θεού που φωτίζει την Εκκλησία
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ἦχος γ΄
Στίχ.1 Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.
Στίχ.2 Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.
ΤΕΤΑΡΤΗ ΙΖ΄, ΕΒΔΟΜΑΔΟΣ
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
3:8-21
Ἀδελφοί, ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι πάντας, τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ· ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις, διὰ τῆς Ἐκκλησίας, ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν Χριστῷ ᾽Ιησοῦ τῷ Κυρίῳ ἡμῶν· ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶ δόξα ὑμῶν. Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον· κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος· γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ. Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ, ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, αὐτῷ ἡ δόξα ἐν τῇ Ἐκκλησίᾳ ἐν Χριστῷ ᾽Ιησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων· ἀμήν.
Ἀλληλούϊα (γ΄) Ἦχος πλ. δ΄
ΕΥΑΓΓΕΛΙΟΝ
Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Α΄ ΕΒΔΟΜΑΔΟΣ ΛΟΥΚΑ
Ἐκ τοῦ κατὰ Λουκᾶν
δ΄ 1 - 15
Τῷ καιρῷ ἐκείνῳ, ὑπέστρεψεν ὁ Ἰησοῦς ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου, καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ συντελεσθεισῶν αὐτῶν ὕστερον ἐπείνασε. καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. καὶ ἀπεκρίθη ὁ Ἰησοῦς πρὸς αὐτὸν λέγων· Γέγραπται ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου· καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν· σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιόν μου, ἔσται σοῦ πᾶσα. καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ Ἰησοῦς· Ὕπαγε ὀπίσω μου σατανᾶ γέγραπται γὰρ, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. Καὶ ἤγαγεν αὐτὸν εἰς Ἱερουσόλυμα, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε, καὶ ὅτι ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ' αὐτοῦ ἄχρι καιροῦ. Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν· καὶ φήμη ἐξῆλθε καθ' ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.
Στίχ.1 Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου.
Στίχ.2 Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Αγαπητοί φίλοι της σελίδας, παρακαλούμε να είστε ευγενικοί και κόσμιοι στις εκφράσεις σας, με σεβασμό, κατανόηση και αξιοπρέπεια, προς τους συνανθρώπους μας, όπως αρμόζει σε λογικούς ανθρώπους, αλλά και σε ενσυνείδητους Χριστιανούς οι οποίοι κάνουν πράξη τον Ευαγγελικό λόγο, «Αγαπάτε αλλήλους». Φυλάξτε το στόμα σας, από λόγια περιττά, πικρόχολα, ανώφελα, ασκηθείτε στην προσευχή του Ιησού, εγκρατευθείτε και ο Κύριος θα σας περιβάλλει με το ανεκτίμητο δώρο της αγάπης Του. Οι απόψεις της ιστοσελιδας μπορεί να μην ταυτίζονται με τα περιεχόμενα του άρθρου. Τα άρθρα που δημοσιεύονται εδώ, ουδεμία ευθύνη εκ του νόμου φέρουμε καθώς εκφράζουν αποκλειστικά τις απόψεις των συντακτών τους και δεν δεσμεύουν με οποιοδήποτε τρόπο την ιστοσελιδα. Οι διαχειριστές της ιστοσελιδας δεν ευθύνονται για τα σχόλια και τους δεσμούς που περιλαμβάνει. Κάθε γνώμη είναι σεβαστή, αρκεί να αποφεύγονται ύβρεις, ειρωνείες και προσβλητικοί χαρακτηρισμοί, γενικά και εναντίον των συνομιλητών ή των συγγραφέων. Μην δημοσιεύετε άσχετα σχόλια με το θέμα. Με βάση τα παραπάνω με λύπη θα αναγκαζόμαστε να διαγράφουμε τα απρεπή και βλάσφημα σχόλια τα οποία δεν αρμόζουν στον χαρακτήρα και στο ήθος της σελίδας μας χωρίς καμία άλλη προειδοποίηση.